Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 31.1 Dem. 31.3 (English) >>Dem. 31.7

31.1 παρέλιπον ἐν τῷ προτέρῳ λόγῳ τεκμήριον, οὐδενὸς τῶν εἰρημένων ἔλαττον, τοῦ μὴ δεδωκέναι τὴν προῖκα τούτους Ἀφόβῳ, τοῦτο πρῶτον εἰπών, μετὰ τοῦτο καὶ περὶ ὧν οὗτος ἔψευσται πρὸς ὑμᾶς ἐξελέγχειν αὐτὸν πειράσομαι. οὗτος γάρ, ἄνδρες δικασταί, τὸ πρῶτον ὅτε τῶν Ἀφόβου διενοεῖτʼ ἀμφισβητεῖν, οὐχὶ τάλαντον ἔφη τὴν προῖκα, ὥσπερ νυνί, ἀλλʼ ὀγδοήκοντα μνᾶς δεδωκέναι, καὶ τίθησιν ὅρους ἐπὶ μὲν τὴν οἰκίαν δισχιλίων, ἐπὶ δὲ τὸ χωρίον ταλάντου, βουλόμενος μὴ μόνον τοῦτο, ἀλλὰ κἀκείνην διασῴζειν αὐτῷ. 31.2γενομένης δέ μοι τῆς δίκης πρὸς αὐτόν, ἰδὼν ὡς διάκεισθʼ ὑμεῖς πρὸς τοὺς λίαν ἀναιδῶς ἀδικοῦντας, ἔννους γίγνεται, καὶ δεινὰ πάσχειν ἡγήσατο δόξειν ἐμὲ τοσούτων χρημάτων ἀπεστερημένον, εἰ μηδʼ ὁτιοῦν ἕξοιμι τῶν Ἀφόβου λαβεῖν τοῦ τἄμʼ ἔχοντος, ἀλλʼ ὑπὸ τούτου κωλυόμενος φανερὸς γενήσομαι. 31.3καὶ τί ποιεῖ; τοὺς ὅρους ἀπὸ τῆς οἰκίας ἀφαιρεῖ, καὶ τάλαντον μόνον εἶναι τὴν προῖκά φησιν, ἐν τὸ χωρίον ἀποτετιμῆσθαι. καίτοι δῆλον ὅτι τοὺς ἐπὶ τῆς οἰκίας ὅρους εἰ δικαίως ἔθηκεν καὶ ὄντως ἀληθεῖς, δικαίως καὶ τοὺς ἐπὶ τοῦ χωρίου τέθηκεν· εἰ δʼ εὐθὺς ἀδικεῖν βουλόμενος ψευδεῖς ἔθηκεν ἐκείνους, εἰκὸς καὶ τούτους οὐκ ἀληθεῖς ὑπάρχειν. 31.4τοῦτο τοίνυν οὐκ ἐξ ὧν ἐγὼ δεδήλωκα λόγων δεῖ σκοπεῖν, ἀλλʼ ἐξ ὧν αὐτὸς οὗτος διεπράξατο· οὐδʼ ὑφʼ ἑνὸς γὰρ ἀναγκασθεὶς ἀνθρώπων αὐτὸς ἀνεῖλεν τοὺς ὅρους, ἔργῳ φανερὸν ποιήσας ὅτι ψεύδεται. καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, τὸ μὲν χωρίον καὶ νῦν οὗτός φησιν ἀποτετιμῆσθαι ταλάντου, τὴν δʼ οἰκίαν ὡς προσωρίσατο δισχιλίων καὶ πάλιν τοὺς ὅρους ἀνεῖλεν γενομένης τῆς δίκης, τοὺς εἰδότας ὑμῖν μάρτυρας παρέξομαι. καί μοι λαβὲ τὴν μαρτυρίαν.Μαρτυρία



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 31.1 Dem. 31.3 (English) >>Dem. 31.7

Powered by PhiloLogic